Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.8 Joseph. AJ 4.13 (English) >>Joseph. AJ 4.17

4.11

Ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν· ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μηδʼ ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα. 4.12στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφʼ ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρʼ ὀλίγον ἦλθε καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθανεῖν. 4.13οὐδʼ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετʼ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφʼ ἧς ἐγένετο. 4.14

Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δʼ εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.8 Joseph. AJ 4.13 (English) >>Joseph. AJ 4.17

Powered by PhiloLogic